Strabo 11,9,2

Νεωτερισθέντων δὲ τῶν ἔξω τοῦ Ταύρου τὸ πρὸς ἄλλοις εἶναι τοὺς τῆς Συρίας καὶ τῆς Μηδίας βασιλέας τοὺς ἔχοντας καὶ ταῦτα πρῶτον μὲν τὴν Βακτριανὴν ἀπέστησαν οἱ πεπιστευμένοι καὶ ἐγγὺς αὐτῆς πᾶσαν οἱ περὶ Ἐὐθύδημον. ἔπειτ’ Ἀρσάκης ἀνὴρ Σκύθης τῶν Δαῶν τινας ἔχων (τοὺς Πάρνους καλουμένους νομάδας παροικοῦντας τὸν Ὦχον) ἐπῆλθεν ἐπι τὴν Παρθυαίαν καὶ ἐκράτησεν αὐτῆς.