Aśoka-Inschrift – Kandahar


Δέκα ἐτῶν πληρη…. Ων βασιλεὺς
Πιοδάσσης εὐσέβειαν ἔδειξεν τοῖς ἀν-
Θρώποις, καὶ ἀπὸ τούτου εὐσεβεστέρους
τοὺς ἀνθρώπους ἐποίησεν καὶ πάντα
εὐθηνεῖ κατὰ πᾶσαν γῆν· καὶ οἱ λοιποὶ δὲ
ἄνθρωποι, καὶ ὅσοι θηρευταὶ ἢ ἁλιεῖς
βασιλὲως πέπαυνται θηρεύοντωες, καὶ
εἴ τινες ἀκρατεῖς πέπαυνται τῆς ἀκρα-
σίας κατὰ δύναμιν, καὶ ἐνήκοοι πατρὶ
καὶ μητρὶ καὶ τῶν πρεσβυτέρων, παρὰ
τὰ πρότερον καὶ τοῦ λοιποῦ λώϊον
καὶ ἄμεινον κατὰ πάντα, ταῦτα
ποιοῦντες, διάξουσιν.